Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 51.1 | Dem. 51.4 (English) | >>Dem. 51.7 |
51.2θαυμάζω δὲ καὶ τούτων , ὅτι τῆς τριήρους ἀμελήσαντες τοὺς ῥήτορας παρεσκεύασαν , καὶ δοκοῦσί μοι παντὸς διημαρτηκέναι τοῦ πράγματος , καὶ νομίζειν οὐχὶ τοῖς ποιοῦσιν ἃ δεῖ χάριν ὑμᾶς ἔχειν , ἀλλὰ τοῖς φάσκουσιν , οὐ τὸν αὐτὸν τρόπον ἐγνωκότες ὅνπερ ἐγὼ περὶ ὑμῶν . καὶ κατʼ αὐτὸ δὴ τοῦτο δικαίως ἂν ἔχοιτʼ εὐνοϊκωτέρως ἐμοί · φαίνομαι γὰρ βελτίους ὑμᾶς ὑπολαμβάνων ἢ οὗτοι .
51.3ἐχρῆν μὲν οὖν , ὦ ἄνδρες Ἀθηναῖοι , καὶ δίκαιον ἦν τοὺς τὸν στέφανον οἰομένους δεῖν παρʼ ὑμῶν λαβεῖν αὑτοὺς ἀξίους ἐπιδεικνύναι τούτου , μὴ ἐμὲ κακῶς λέγειν . ἐπειδὴ δὲ τοῦτο παρέντες ἐκεῖνο ποιοῦσιν , ἀμφότερʼ αὐτοὺς ἐπιδείξω ψευδομένους , ἅ θʼ αὑτοὺς ἐνεκωμίασαν καὶ ὅσʼ εἰς ἡμᾶς ἐβλασφήμησαν , ἐξ αὐτῶν τῶν πεπραγμένων ἑκατέροις .
ψήφισμα γὰρ ὑμῶν ποιησαμένων , ὃς ἂν μὴ πρὸ τῆς ἕνης καὶ νέας ἐπὶ χῶμα τὴν ναῦν περιορμίσῃ , δῆσαι καὶ δικαστηρίῳ παραδοῦναι , καὶ ταῦτα κυρωσάντων , ἐγὼ μὲν περιώρμισα καὶ στέφανον διὰ ταῦτα παρʼ ὑμῶν ἔλαβον , οὗτοι δʼ οὐδὲ καθείλκυσαν , ὥστʼ ἔνοχοι δεσμῷ γεγόνασιν . πῶς οὖν οὐκ ἀτοπώτατον ἂν διαπράξαισθʼ ἔργον , εἰ τοὺς καθʼ ἑαυτῶν ἐάσαντας τίμημα τοιοῦτον ἐπαχθῆναι , τούτους στεφανώσαντες ὑμεῖς φαίνοισθε ;
51.5τὰ σκεύη τοίνυν , ὅσα δεῖ παρέχειν τὴν πόλιν τοῖς τριηράρχοις , ἐγὼ μὲν ἐκ τῶν ἰδίων ἀνήλωσα καὶ τῶν δημοσίων ἔλαβον οὐδέν , οὗτοι δʼ ὑμετέροις κέχρηνται καὶ τῶν σφετέρων οὐδὲν εἰς ταῦτα προεῖνται . καὶ μὴν οὐδʼ ἂν ἐκεῖνό γʼ ἔχοιεν εἰπεῖν , ὡς ἀνεπειρῶντʼ ἐμοῦ πρότεροι · πρὶν γὰρ ἧφθαι μόνον τῆς τριήρους τούτους ἐπεπλήρωτό μοι , καὶ πάντες ἑωρᾶθʼ ὑμεῖς ἀναπειρωμένην τὴν ναῦν .
51.4
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 51.1 | Dem. 51.4 (English) | >>Dem. 51.7 |